JOHN CHRYSOSTOM - LETTER TO INNOCENT I

 

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Letter to Innocent I (as found in Palladius "Dialogus De Vita S. Joannis Chrysostomi ")

Greek text from Migne PG, Vol. 47, Col. 8

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.
The Migne version of the complete Greek text of Palladius' Dialogue (scanned text at Google Books) and an English translation (with a facility for viewing it alongside) can be accessed through the website along with a very large number of other such complete texts.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Τῷ δεσπότῃ μου αἰδεσίμῳ καὶ ὁσιωτάτῳ ἐπισκόπῳ Ἰννοκεντίῳ Ἰωάννης ἐν Κυρίῳ χαίρειν.

Καὶ πρὸ τῶν γραμμάτων οἶμαι τῶν ἡμετέρων ἀκηκοέναι τὴν εὐλάβειαν ὑμῶν τὴν παρανομίαν τὴν ἐνταῦθα τολμηθεῖσαν. Τὸ γὰρ μέγεθος τῶν δεινῶν οὐδὲ ἓν μέρος τῆς οἰκουμένης ἀφῆκεν ἀνήκοον εἶναι τῆς χαλεπῆς ταύτης τραγῳδίας, ἀλλὰ καὶ πρὸς αὐτὰς τὰς τῆς γῆς ἐσχατιὰς φέρουσα φήμη τὰ γεγενημένα, πολὺν πανταχοῦ θρῆνον καὶ ὀλοφυρμὸν εἰργάσατο. Ἀλλ ἐπειδὴ οὐ θρηνεῖν δεῖ ταῦτα μόνον, ἀλλὰ καὶ διορθοῦν, καὶ σκοπεῖν ὅπως ἂν χαλεπώτατος οὗτος σταίη χειμὼν τῆς Ἐκκλησίας, ἀναγκαῖον εἶναι ἐνομίσαμεν τοὺς κυρίους μου τοὺς τιμιωτάτους καὶ εὐλαβεστάτους ἐπισκόπους Δημήτριον, Πανσόφιον, Πάππον, Εὐγένιον πεῖσαι, τὰς ἑαυτῶν Εκκλησίας ἀφεῖναι, καὶ πελάγους κατατολμῆσαι τοσούτου, καὶ μακρὰν ἀποδημίαν στείλασθαι, καὶ πρὸς τὴν ὑμετέραν δραμεῖν ἀγάπην, καὶ πάντα σαφῶς ἀναδιδάξαντας, ταχίστην παρασκευάσαι γενέσθαι τὴν διόρθωσιν. Οἷς καὶ τοὺς τιμιωτάτους ἀγαπητοὺς διακόνους Παῦλον καὶ Κυριακὸν συνεπέμψαμεν. Καὶ οὗτοι δέ, ὡς ἐν εἴδει ἐπιστολῆς, ἐν βραχεῖ διδάξουσιν ὑμῶν τὴν ἀγάπην τὰ γεγενημένα.

γὰρ τῆς Ἐκκλησίας τῆς Ἀλεξανδρείας τὴν προεδρίαν ἐγχειρισθεὶς Θεόφιλος, ἐντυχόντων τινῶν τῷ εὐσεβεστάτῳ βασιλεῖ κατ αὐτοῦ, κελευσθεὶς ἀφικέσθαι μόνος, συναγαγὼν μεθ ἑαυτοῦ πλῆθος Αἰγυπτίων οὐκ ὀλίγων παραγίνεται, καθάπερ ἐκ προοιμίων δεῖξαι βουλόμενος, ὅτι εἰς πόλεμον καὶ παράταξιν ἀφικνεῖται. Εἶτα τῆς μεγάλης καὶ θεοφιλοῦς Κωνσταντινουπόλεως ἐπιβάς, οὐκ εἰς ἐκκλησίαν ἦλθεν κατὰ τὸν ἄνωθεν κρατήσαντα θεσμόν, οὐχ ἡμῖν συνεγένετο, οὐ λόγων μετέδωκεν, οὐκ εὐχῆς, οὐ κοινωνίας, ἀλλ ἀποβὰς τοῦ πλοίου, καὶ τὰ πρόθυρα τῆς ἐκκλησίας παραδραμών, ἔξω που τῆς πόλεως ἀπελθὼν ηὐλίζετο· καὶ πολλὰ παρακαλεσάντων ἡμῶν καὶ αὐτὸν καὶ τοὺς μετ αὐτοῦ παραγενομένους παρ ἡμῖν καταχθῆναι (καὶ γὰρ πάντα ηὐτρέπιστο καὶ καταγώγια καὶ ὅσα εἰκὸς ἦν), οὔτε ἐκεῖνοι οὔτε αὐτὸς ἠνέσχετο. Ταῦτα ὁρῶντες ἡμεῖς, ἐν ἀπορίᾳ ἦμεν πολλῇ, μηδὲ τὴν αἰτίαν δυνάμενοι τῆς ἀδίκου ταύτης ἀπεχθείας εὑρεῖν· ἀλλ ὅμως τὰ παρ ἑαυτῶν ἐπληροῦμεν, τὸ πρέπον ἡμῖν αὐτοῖς ποιοῦντες, καὶ συνεχῶς αὐτὸν παρακαλοῦντες συγγενέσθαι ἡμῖν καὶ εἰπεῖν τίνος ἕνεκεν τοσοῦτον ἐκ προοιμίων ἀνεῤῥίπισε πόλεμον, καὶ τηλικαύτην ἐσκανδάλισεν πόλιν. Ὡς δὲ οὐδὲ οὕτως ἐβούλετο λέγειν τὴν αἰτίαν, οἵ τε κατηγοροῦντες αὐτοῦ ἐπέκειντο, καλέσας ἡμᾶς εὐσεβέστατος βασιλεὺς, ἐκέλευσεν πέραν, ἔνθα διέτριβεν, ἀπιέναι καὶ τῆς κατ αὐτὸν ἀκούειν ὑποθέσεως. Καὶ γὰρ ἔφοδον καὶ σφαγὰς καὶ ἕτερα ἐνεκάλουν μυρία.

Ἀλλ ἡμεῖς καὶ τοὺς νόμους τῶν πατέρων καὶ τὸν ἄνδρα αἰδούμενοι καὶ τιμῶντες, καὶ αὐτοῦ δὲ τὰ γράμματα ἔχοντες, μὴ δεῖν ὑπερορίας ἕλκεσθαι τὰς δίκας, ἀλλ ἐν ταῖς ἰδίαις ἐπαρχίαις τὰ τῶν ἐπαρχιῶν γυμνάζεσθαι, οὐ κατεδεξάμεθα δικάσαι, ἀλλὰ μετὰ πολλῆς παρῃτησάμεθα τῆς σφοδρότητος.

δέ, ὥσπερ τοῖς προτέροις ἐπαγωνιζόμενος, τὸν ἀρχιδιάκονον καλέσας τὸν ἐμὸν ἐξ αὐθεντείας πολλῆς, ὥσπερ χηρευσάσης ἤδη τῆς Ἐκκλησίας καὶ οὐκ ἐχούσης ἐπίσκοπον, δι ἐκείνου τὸν κλῆρον πάντα πρὸς ἑαυτὸν μετέστησεν. Καὶ ἀνάστατοι αἱ Εκκλησίαι ἐγίνοντο, ἀπαγομένων τῶν ἐν ἑκάστῃ κληρικῶν, καὶ παρασκευαζομένων λιβέλλους διδόναι καθ ἡμῶν, καὶ πρὸς κατηγορίαν ἀλειφομένων. Καὶ ταῦτα ποιήσας, ἔπεμπε καὶ ἐκάλει εἰς δικαστήριον ἡμᾶς, οὐδέπω τὰς καθ ἑαυτὸν ἀποδυσάμενος αἰτίας· μάλιστα καὶ παρὰ κανόνας καὶ παρὰ πάντας νόμους ἦν. Ἀλλ ἡμεῖς συνειδότες, ὅτι οὐ πρὸς δικαστὴν ἀφικνούμεθα ( γὰρ μυριάκις ἂν παρεγενόμεθα), ἀλλὰ πρὸς ἐχθρὸν καὶ πολέμιον, καθάπερ τὰ ἔμπροσθεν καὶ τὰ μετὰ ταῦτα ἐδήλωσεν, ἀπεστάλκαμεν πρὸς αὐτὸν ἐπισκόπους, τὸν Πισινοῦντος Δημήτριον, τὸν Ἀπαμείας Εὐλύσιον, τὸν Ἀππιαρίας Λουπικιανόν· πρεσβυτέρους δὲ Γερμανὸν καὶ Σευῆρον, μετὰ τῆς προσηκούσης ἡμῖν ἐπιεικείας ἀποκρινόμενοι, καὶ λέγοντες, μὴ παραιτεῖσθαι κρίσιν, ἀλλ ἐχθρὸν καὶ πολέμιον φανερόν. γὰρ λιβέλλους μηδέπω δεξάμενος, καὶ τοιαῦτα ἐκ προοιμίων ποιήσας, καὶ ἀποῤῥήξας ἑαυτὸν Ἐκκλησίας καὶ κοινωνίας καὶ εὐχῆς, καὶ κατηγόρους ἀλείφων, καὶ κλῆρον μεθιστάς, και Ἐκκλησίας ἐρημῶν, πῶς ἂν εἴη δίκαιος ἐπὶ τὸν τοῦ δικαστοῦ θρόνον ἀναβῆναι, οὐδαμόθεν αὐτῷ προσήκοντα; Οὔτε γὰρ ἀκόλουθον ἦν τὸν ἐξ Αἰγύπτου εἰς Θρᾴκην δικάζειν, καὶ τὸν ὑπεύθυνον ὄντα αἰτιῶν, καὶ ἐχθρὸν καὶ πολέμιον. Ἀλλ ὅμως οὐδὲν τούτων αἰδεσθείς, ἀλλ ὅπερ ἐβουλεύετο, πληρῶσαι ἐπειγόμενος, ἡμῶν δηλωσάντων, ὅτι ἕτοιμοί, καὶ ἑκατὸν καὶ χιλίων ἐπισκόπων παρόντων, ἀποδύσασθαι τὰ ἐγκλήματα, καὶ δεῖξαι ὄντας καθαροὺς ἑαυτούς, ὥσπερ οὖν καί ἐσμεν, οὐκ ἠνέσχετο· ἀλλ ἀπόντων ἡμῶν, καὶ σύνοδον ἐπικαλουμένων, καὶ κρίσιν ἐπιζητούντων, καὶ ἀκρόασιν οὐ φευγόντων, ἀλλ ἀπέχθειαν φανεράν, καὶ κατηγόρους ἐδέχετο, καὶ τοὺς παρ ἐμοῦ δεδεμένους ἔλυσε, καὶ αὐτῶν ἐκείνων οὐδέπω τὰ ἐγκλήματα ἀποδυσαμένων, λιβέλλους ἐλάμβανε, καὶ ὑπομνήματα ἔπραττεν, ἅπερ ἅπαντα παρὰ θεσμὸν καὶ κανόνα καὶ ἀκολουθίαν ἦν. Καὶ (τί γὰρ δεῖ τὰ πολλὰ λέγειν;) οὐκ ἀπέστη πάντα ποιῶν καὶ πραγματευόμενος, ἕως ἡμᾶς μετὰ δυναστείας καὶ αὐθεντείας ἁπάσης καὶ τῆς πόλεως καὶ τῆς Ἐκκλησίας ἐξέβαλεν·

καὶ πρὸς ἑσπέραν βαθεῖαν, τοῦ δήμου παντὸς ἡμῖν συσσυρομένου, ἑλκόμενος ὑπὸ τοῦ κουριώσου τῆς πόλεως ἐν μέσῃ τῇ πόλει, καὶ πρὸς βίαν συρόμενος κατηγόμην, καὶ εἰς πλοῖον ἐνεβαλλόμην, καὶ διὰ νυκτὸς ἀπέπλεον, ἐπεὶ σύνοδον πρὸς δικαίαν κρίσιν ἐκάλουν. Τίς ἂν ταῦτα ἀδακρυτί, κἂν λιθίνην ἔχῃ τὴν καρδίαν, ἀκούσῃ; Ἀλλ ἐπειδή, καθάπερ ἔφθην εἰπών, οὐ θρηνεῖν δεῖ μόνον, ἀλλὰ καὶ διορθοῦν, τὴν ὑμετέραν ἀγάπην παρακαλῶ διαναστῆναι καὶ συναλγῆσαι, καὶ πάντα ποιῆσαι, ὥστε στῆναι ταυτὶ τὰ κακά. Οὐδὲ γὰρ ἐνταῦθα τῆς παρανομίας αὐτῶν κατέλυσεν, ἀλλὰ καὶ μετὰ ταῦτα τοῖς προτέροις ἐπαπεδύετο. Ἐπειδὴ γὰρ εὐσεβέστατος βασιλεὺς ἐπιπηδήσαντας τῇ Ἐκκλησίᾳ ἀναισχύντως καὶ ἀδίκως ἐξέβαλεν, καὶ πολλοὶ τῶν ἐπισκόπων ἰδόντες αὐτῶν τὴν παρανομίαν εἰς τὰ ἑαυτῶν ἀνεχώρησαν, τὴν ἔφοδον αὐτῶν ὥσπερ πυρὰν πάντα ἐπινεμομένην φεύγοντες· ἡμεῖς μὲν πάλιν εἰς τὴν πόλιν ἀνεκαλούμεθα καὶ εἰς τὴν Ἐκκλησίαν, ἧς ἀδίκως ἐξεβλήθημεν, ἐπισκόπων τὲ ἡμᾶς τριάκοντα εἰσαγαγόντων, καὶ τοῦ θεοσεβεστάτου βασιλέως νοτάριον εἰς τοῦτο ἀποστείλαντος, ἐκεῖνος δὲ ἐδραπέτευσεν εὐθέως, τίνος ἕνεκεν καὶ διὰ τί, μὴ γινώσκοντες.

Εἰσελθόντες οὖν παρεκαλοῦμεν τὸν θεοσεβέστατον βασιλέα, σύνοδον συναγαγεῖν εἰς ἐκδικίαν τῶν γεγενημένων. Συνειδὼς τοίνυν ἁπέδρασε, καὶ τὸν ἔλεγχον δεδοικώς, τῶν γραμμάτων τῶν βασιλικῶν πανταχοῦ διαπεμφθέντων, καὶ πανταχόθεν πάντας συναγαγόντων, λάθρα μέσον νυκτῶν εἰς ἀκάτιον ἑαυτὸν ἐμβαλών, οὕτως ἀπέδρα, μεθ ἑαυτοῦ πάντας ἐπαγόμενος. Ἀλλ ἡμεῖς οὐδὲ οὕτως ἀπέστημεν, διὰ τὸ τῷ συνειδότι τῷ ἡμετέρῳ θαῤῥεῖν, τὰ αὐτὰ πάλιν παρακαλοῦντες τὸν εὐσεβέστατον βασιλέα· ὃς καὶ πρέποντα ποιῶν αὐτοῦ τῇ εὐσεβείᾳ, ἔπεμψε πάλιν πρὸς αὐτὸν ἐν τάχει ἐξ Αἰγύπτου ἀνιέναι, καὶ τοὺς μετ αὐτοῦ πάντας, ὥστε δοῦναι λόγον τῶν γεγενημένων, καὶ μὴ τὰ ἀδίκως οὕτως ἐκ μιᾶς μοίρας καὶ ἀπόντων ἡμῶν τολμηθέντα, καὶ παρὰ τοσούτους κανόνας, νομίζειν ἀρκεῖν εἰς ἀπολογίαν αὐτοῦ.

δὲ οὐδὲ βασιλικῶν ἠνέσχετο γραμμάτων, ἀλλ ἔμενεν οἴκοι, προβαλλόμενος στάσιν τοῦ δήμου, καὶ σπουδὴν ἄκαιρόν τινων δῆθεν ἀντεχομένων αὐτοῦ· καίτοιγε πρὸ τῶν γραμμάτων τῶν βασιλικῶν αὐτὸς οὗτος δῆμος μυρίαις αὐτὸν ἦν πλύνας λοιδορίαις. Ἀλλ οὐ ταῦτα περιεργαζόμεθα νῦν, ἀλλ ἐκεῖνο δεῖξαι βουλόμενοι, ὅτι κακουργῶν ἀπελήφθη, ταῦτ εἰρήκαμεν. Πλὴν οὐδὲ μετὰ ταῦτα ἡμεῖς ἡσυχάσαμεν, ἀλλ ἐπεκείμεθα, ἀξιοῦντες δικαστήριον γενέσθαι καὶ κρίσιν καὶ ἀκρόασιν· ἕτοιμοι γὰρ ἦμεν δεῖξαι ἑαυτούς τε ἀνευθύνους ὄντας, ἐκείνους δὲ τὰ ἔσχατα παρανομήσαντας. Ἦσαν δὲ καί τινες Σύροι τῶν τότε μετ αὐτοῦ παρόντων ἐνταῦθα ἀπολειφθέντες, οἳ κοινῇ μετ αὐτοῦ τὸ πᾶν ἐδραματούργησαν. Καὶ πρὸς τούτοις ἕτοιμοι ἦμεν δικάζεσθαι, καὶ πλειστάκις ἠνωχλήσαμεν ὑπὲρ τούτου, ἀξιοῦντες ὑπομνήματα ἡμῖν δοθῆναι, λιβέλλους κατηγόρων, φύσεις ἐγκλημάτων γνωρισθῆναι, αὐτοὺς τοὺς κατηγόρους· καὶ οὐδενὸς τούτων ἐτύχομεν, ἀλλὰ πάλιν ἐξώσθημεν τῆς ἐκκλησίας.

Πῶς ἂν τὰ ἐντεῦθεν διηγήσαιμι λοιπὸν πᾶσαν ὑπερβαίνοντα τραγῳδίαν; τίς ταῦτα παραστήσει λόγος; ποία χωρὶς φρίκης δέξεται ἀκοή; Ἡμῶν γὰρ αὐτὰ ταῦτα, ἅπερ ἔμπροσθεν εἶπον, προτεινόντων, ἀθρόον στρατιωτῶν πλῆθος αὐτῷ τῷ μεγάλῳ Σαββάτῳ, πρὸς ἑσπέραν λοιπὸν τῆς ἡμέρας ἐπειγομένης, ταῖς ἐκκλησίαις ἐπεισῆλθον, τόν τε κλῆρον ἅπαντα τὸν σὺν ἡμῖν πρὸς βίαν ἐξέβαλον, καὶ ὅπλοις τὸ βῆμα περιεστοιχίζετο· καὶ γυναῖκες τῶν εὐκτηρίων πρὸς τὸ βάπτισμα ἀποδυσάμεναι κατ αὐτὸν τὸν καιρόν, γυμναὶ ἐφυγαδεύοντο ὑπὸ τοῦ φόβου τῆς χαλεπῆς ταύτης ἐφόδου, οὐδὲ τὴν πρέπουσαν εὐσχημοσύνην γυναιξὶ συγχωρούμεναι περιθέσθαι· πολλαὶ δὲ καὶ τραύματα δεξάμεναι ἐξεβάλλοντο, καὶ αἵματος αἱ κολυμβῆθραι ἐπληροῦντο, καὶ τὰ ἱερὰ ἀπὸ τῶν τοιούτων τραυμάτων ἐφοινίσσετο νάματα. Καὶ οὐδὲ ἐνταῦθα εἱστήκει τὸ δεινόν· ἀλλ ἔνθα τὰ ἅγια ἀπέκειντο, ἐλθόντες οἱ στρατιῶται (ὧν ἔνιοι, καθὼς ἔγνωμεν, καὶ ἀμύητοι ἦσαν) πάντα ἐθεώρουν τὰ ἔνδον, καὶ τὸ ἁγιώτατον αἷμα τοῦ Χριστοῦ, ὡς ἐν τοσούτῳ θορύβῳ, εἰς τὰ τῶν προειρημένων ἱμάτια ἐξεχεῖτο, καὶ ὡς ἐν αἰχμαλωσίᾳ βαρβαρικῇ πάντα ἐτολμᾶτο. Καὶ δῆμος πρὸς τὴν ἐρημίαν ἠλαύνετο, καὶ πᾶς λαὸς ἔξω τῆς πόλεως ἔφευγε, καὶ κεναὶ ἐν ἑορτῇ τοιαύτῃ αἱ ἐκκλησίαι τῶν λαῶν ἐγίνοντο, καὶ πλείους τεσσαράκοντα ἐπίσκοποι, οἱ κοινωνοῦντες ἡμῖν, μετὰ τοῦ λαοῦ εἰκῆ καὶ μάτην ἐλαυνόμενοι· καὶ ὀλολυγαὶ πανταχοῦ καὶ οἰμωγαὶ καὶ κωκυτοὶ καὶ θρῆνοι καὶ πηγαὶ δακρύων κατὰ τὰς ἀγορὰς καὶ τὰς οἰκίας καὶ κατὰ τὰς ἐρήμους· καὶ τὸ πᾶν τῆς πόλεως μέρος τῶν συμφορῶν ἐπληροῦτο τούτων. Διὰ γὰρ τὴν ὑπερβολὴν τῆς παρανομίας οὐχ οἱ πάσχοντες μόνον, ἀλλὰ καὶ οἱ μηδὲν τοιοῦτον ὑπομένοντες συνήλγουν ἡμῖν· οὐχ οἱ ὁμόδοξοι μόνον, ἀλλὰ καὶ οἱ αἱρετικοὶ καὶ Ἰουδαῖοι καὶ Ἕλληνες· καὶ ὡς τῆς πόλεως κατὰ κράτος ἁλούσης, οὕτως ἐν θορύβῳ καὶ ταραχαῖς καὶ ὀλολυγαῖς πάντα ἦν. Καὶ ταῦτα ἐτολμᾶτο παρὰ γνώμην τοῦ εὐσεβεστάτου βασιλέως, νυκτὸς καταλαμβανούσης, ἐπισκόπων αὐτὰ κατασκευαζόντων, οἳ οὐκ ᾐσχύνοντο καμπιδούκτορας ἀντὶ τῶν διακόνων προηγουμένους ἔχοντες.

Ἡμέρας δὲ γενομένης, πᾶσα πόλις ἔξω τειχέων μετῳκίζετο, ὑπὸ δένδρα καὶ νάπας, καθάπερ πρόβατα διεσπαρμένα τὴν ἑορτὴν ἐπιτελοῦντες. Ἔξεστιν ὑμῖν τὰ ἐντεῦθεν λογίσασθαι λοιπὸν ἅπαντα· ὅπερ γὰρ ἔφθην εἰπών, οὐχ οἷόν τε πάντα ἐπελθεῖν τῷ λόγῳ τὰ καθ ἕκαστον γενόμενα. Καὶ τὸ δὴ χαλεπόν, ὅτι τοσαῦτα καὶ τηλικαῦτα κακὰ οὐδέπω καὶ νῦν λύσιν ἔλαβεν, ἀλλ οὐδὲ ἐλπίδα λύσεως, ἀλλ ἐπιτείνεται καθ ἑκάστην ἡμέραν τὸ δεινόν, καὶ γέλως γεγόναμεν πολλοῖς· μᾶλλον δὲ γελᾷ μὲν οὐδείς, κἂν μυριάκις παρανομήσῃ, θρηνοῦσι δὲ πάντες, ὅπερ ἔφην, τὸν κολοφῶνα τῶν κακῶν, τὴν καινὴν ταύτην παρανομίαν. Τίς ἂν εἴποι τὰς τῶν λοιπῶν ἐκκλησιῶν ταραχάς; Οὐδὲ γὰρ ἐνταῦθα ἔστη τὸ χαλεπόν, ἀλλὰ μέχρι τῆς ἑῴας ἔφθασεν· καὶ καθάπερ ἀπὸ κεφαλῆς πονηροῦ ῥεύματος ἐκχυθέντος, τὰ λοιπὰ διαφθείρεται μέλη, οὕτω δὴ καὶ νῦν ὥσπερ ἐκ πηγῆς τινος τῆς μεγάλης ταύτης πόλεως τῶν κακῶν ἀρξαμένων, ὁδῷ τὰ τῶν θορύβων πανταχοῦ προέβη· καὶ κληρικοὶ πανταχοῦ ἐπανέστησαν ἐπισκόποις, καὶ λαοί, οἱ μὲν διετμήθησαν, οἱ δὲ μέλλουσι, καὶ πανταχοῦ κακῶν ὠδῖνες καὶ τῆς οἰκουμένης πάσης ἀνατροπή.

Μαθόντες τοίνυν ἅπαντα, κύριοι τιμιώτατοι καὶ εὐλαβέστατοι, τὴν προσήκουσαν ὑμῖν ἀνδρείαν καὶ σπουδὴν ἐπιδείξασθε, ὥστε παρανομίαν τοσαύτην ἐπεισελθοῦσαν ταῖς Ἐκκλησίαις ἀναστεῖλαι παρακαλοῦμεν. Εἰ γὰρ τοῦτο κρατήσειεν τὸ ἔθος, καὶ ἐξὸν γένηται τοῖς βουλομένοις εἰς ἀλλοτρίας ἀπιέναι ἐπαρχίας ἐκ τοσούτων διαστημάτων, καὶ ἐκβάλλειν οὓς ἂν ἐθέλοιεν, κατ ἐξουσίαν ἰδίαν πράττοντες ἅπερ ἂν ἐθέλοιεν, ἴστε, ὅτι πάντα οἰχήσεται, καὶ πόλεμος ἀκήρυκτος πᾶσαν δραμεῖται τὴν οἰκουμένην, πάντων πάντας τε βαλλόντων καὶ βαλλομένων. Ἵν οὖν μὴ τοσαύτη σύγχυσις καταλάβῃ τὴν ὑφ ἡλίῳ πᾶσαν, ἐπιστεῖλαι παρακαλῶ τὰ μὲν οὕτω γεγενημένα παρανόμως ἀπόντων ἡμῶν καὶ ἐκ μιᾶς μοίρας, καὶ οὐ παραιτουμένων κρίσιν, μηδεμίαν ἔχειν ἰσχύν ὥσπερ οὖν οὐδὲ ἔχει τῇ οἰκείᾳ φύσει· τοὺς δὲ τοιαῦτα παρανομήσαντας, τῷ ἐπιτιμίῳ ὑποβάλλεσθαι τοῦ ἐκκλησιαστικοῦ νόμου· ἡμᾶς δὲ τοὺς οὐχ ἁλόντας, οὐκ ἐληλεγμένους, οὐκ ἀποδειχθέντας ὑπευθύνους, τῶν γραμμάτων δότε ἀπολαύειν τῶν ὑμετέρων συνήθως, καὶ τῆς ἀγάπης καὶ πάντων τῶν ἄλλων, ὥσπερ καὶ ἔμπροσθεν.

Εἰ δὲ βούλοιντο καὶ νῦν οἱ τὰ τοιαῦτα παρανομήσαντες τὰ ἐγκλήματα γυμνάζειν, ἐφ οἷς ἡμᾶς ἀδίκως ἐξέβαλον, τῶν ὑπομνημάτων ἡμῖν δοθέντων, τῶν λιβέλλων τῶν κατηγόρων φανέντων, δικαστηρίου καθίσαντος ἀδεκάστου, καὶ δικασώμεθα καὶ ἀπολογησώμεθα καὶ δείξωμεν ἑαυτοὺς ἀνευθύνους τῶν ἐπαγομένων ἡμῖν, ὥσπερ οὖν καί ἐσμεν. Τὰ γὰρ νῦν γεγενημένα παρ αὐτῶν ἐκτός εἰσι πάσης ἀκολουθίας καὶ παντὸς νόμου καὶ κανόνος ἐκκλησιαστικοῦ· οὐδὲ ἐν τοῖς ἔξω μὲν οὖν δικαστηρίοις τοιαῦτα ἐτολμήθη ποτέ, μᾶλλον δὲ οὐδὲ ἐν βαρβαρικῷ δικαστηρίῳ. οὐδὲ Σκύθαι καὶ Σαρμάται οὐκ ἄν ποτε ἐδίκασαν ἐκ μιᾶς μοίρας κρίναντες, ἀπόντος τοῦ αἰτιωμένου, καὶ παραιτουμένου οὐ κρίσιν, ἀλλ ἀπέχθειαν, καλοῦντος δικαστὰς μυρίους, ἀνεύθυνον ἑαυτὸν λέγοντος εἶναι, ἑτοίμου ὄντος τῆς οἰκουμένης παρούσης ἀποδύσασθαι τὰς αἰτίας, καὶ δεῖξαι ἑαυτὸν ἀθῷον ἐν ἅπασιν ὄντα. Ταῦτ οὖν ἅπαντα λογισάμενοι καὶ παρὰ τῶν κυρίων μου τῶν εὐλαβεστάτων ἀδελφῶν ἡμῶν ἐπισκόπων σαφέστερον ἅπαντα μαθόντες, τὴν παρ ἑαυτῶν εἰσενεγκεῖν σπουδὴν παρακέκλησθε. Οὕτω γὰρ οὐχ ἡμῖν μόνοις χαρίσησθε, ἀλλὰ καὶ τῷ κοινῷ τῶν Ἐκκλησιῶν, καὶ τὸν παρὰ Θεοῦ λήψησθε μισθόν, τοῦ διὰ τὴν τῶν Ἐκκλησιῶν εἰρήνην πάντα ποιοῦντος διηνεκῶς. Ἐγράφη δὲ αὕτη καὶ πρὸς Βενέριον, ἐπίσκοπον Μεδιολάνου, καὶ Χρωμάτιον, ἐπίσκοπον Ἀκυληγίας. Ἔῤῥωσο ἐν Κυρίῳ.