|
|
|
THE TOME OF LEO - Page 5 of 6 |
|
|
Subscription
Version of Text |
|
$5 for trial, $30 a year for individuals ($15 students). |
|
Printable Version of Text |
Epistola XXVIII. Ad Flavianum Episcopum Constantinopolitanum Contra Eutychis Perfidiam Et Haeresim Latin and Greek text from Migne, PL, vol. 54, Cols. 755 - 782 An English translation of this text, placed alongside the Latin and Greek text (with dictionary lookup links), can be found on the subscription version of the site. Click here for information about: 1) the public domain texts used on this site; 2) more recent scholarly work on the original language texts.
|
« Previous part of text - Next part of text »
|
V.Veritas
carnis
in
Christo
probatur
ex
Scriptura. |
An English translation is here on the subscription version of the site. |
Διὰ ταύτην τοίνυν τοῦ προσώπου τὴν ἕνωσιν, τὴν ἐν ἑκατέρᾳ φύσει νοεῖσθαι ὀφείλουσαν, καὶ υἱὸν ἀναγινώσκομεν ἀνθρώπου κατεληλυθέναι ἐξ οὐρανοῦ· ὁπότε ὁ Υἱὸς τοῦ Θεοῦ τὸ σῶμα ἐξ αὐτῆς τῆς Παρθένου, ἐξ ἧς ἐτέχθη, προσέλαβεν· καὶ πάλιν ὁ Υἱὸς τοῦ Θεοῦ σταυρωθεὶς λέγεται, καὶ ταφείς· ὁπότε ταῦτα οὐκ ἐν αὐτῇ Θεότητι, ἐν ᾗ Μονογενὴς, καὶ συναΐδιος, καὶ ὁμοούσιος ἐστι τῷ Πατρὶ, ἀλλ᾽ ἐν τῇ ἀσθενείᾳ τῆς ἀνθρωπίνης ὑπομεμένηκε φύσεως. Ὅθεν τὸν Μονογενῆ Υἱὸν τοῦ Θεοῦ σταυρωθέντα, καὶ ταφέντα πάντες καὶ ἐν τῷ Συμβόλῳ συνομολογοῦμεν, κατ᾽ ἐκεῖνο τό ἀποστολικὸν· Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Ὅτε δὲ αὐτὸς ὁ κύριος ἡμῶν, καὶ Σωτὴρ τὴν πίστιν τῶν μαθητὼν διὰ τῶν οἰκείων ἐξεπαίδευεν ἐρωτήσεων. Τίνα με, φησὶ, λέγουσιν οἱ ἄνθρωποι εἶναι Υἱὸν τοῦ ἀνθρώπου; καὶ ἐκείνων ἀποκριναμένων, ἄλλας ἄλλων εἶναι δόξας· Ὑμεῖς, φησὶ τίνα με λέγετε εἶναι; ἐμέ δηλαδὲ τὸν Υἱὸν τοῦ ἀνθρώπου, καὶ ὃν ἐν μορφῇ δούλου, καὶ ἀληθείᾳ σώματος θεωρεῖτε, τίνα με λέγετε εἶναι; ἔνθα ὁ μακάριος Πέτρος θεόθεν ἐμπνευσθεὶς, καὶ διὰ τῆς οἰκείας ὁμολογίας πᾶσι μέλλων γίνεσθαι σωτηρία τοῖς ἔθνεσι, Σὺ εἶ, φησὶν, ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, τοῦ ζῶντος· καὶ ἀξίως μακάριος ἀπεφάνθη παρὰ τοῦ Κυρίου, καὶ ἀπὸ τῆς πρωτοτύπου πέτρας τὸ στερεὸν ἐπεσπάσατο τῆς τε ἀρετῆς, καὶ τῆς προσηγορίας· ὅς τις δι᾽ ἀποκαλύψεως τοῦ Πατρὸς τὸν αὐτὸν καὶ Υἱὸν Θεοῦ ὡμολόγησε, καὶ Χριστόν· ἐπειδήπερ ἓν τούτων δίχα θατέρου λαμβανόμενον, ἀνόνητον ἐτύγχανεν εἰς σωτηρίαν· καὶ τοῦ αὐτοῦ ὑπῆρχε κινδύνου τὸ τὸν Κύριον Ἰησοῦν Χριστὸν ἢ Θεὸν μόνον ἄνευ ἀνθρώπου, ἢ δίχα Θεοῦ πιστεύειν ἄνθρωπον μόνον. Μετὰ δὲ τὴν ἀνάστασιν τοῦ Κυρίου, ἥ τις δηλαδὴ τοῦ ἀληθοῦς αὐτοῦ σώματος γέγονεν, ἐπειδήπερ οὐκ ἄλλος ἀνέστη, εἰ μὴ ὁ σταυρωθεὶς, καὶ ἀποθανὼν, τί ἕτερον τῇ τῶν τεσσαράκοντα ἡμερῶν αὐτοῦ διαγωγῇ γέγονεν, ἢ ἵνα ἐκ πάσης ἀχλύος τὰ τῆς πίστεως ἡμῶν καθαρθῇ; διαλεγόμενος γάρ ἑαυτοῦ μαθηταῖς, καὶ συνδιατρίβων, καὶ συναλιζόμενος, ἀκριβέστερόν τε, καὶ πολυπραγμονικώτερον διὰ τῆς ἁφῆς ἑαυτὸν ψηλαφᾶσθαι παρὰ τούτων, οὓς ἔπληττε τὸ ἀμφίβολον, ἐνδιδούς· διὰ τοῦτο καὶ κεκλεισμένων τῶν θυρῶν εἰσῄει πρὸς τοὺς μαθητὰς, καὶ τῷ φυσήματι τῷ ἑαυτοῦ παρεῖχεν ἅγιον Πνεῦμα· καὶ χαριζόμενος τὸ φῶς τὸ τῆς γνώσεως, τῶν θείων Γραφῶν ἀπεκάλυπτε τὰ ἀπόῤῥητα· καὶ πάλιν ὁ αὐτὸς τὰ τραύματα τῆς πλευρᾶς, καὶ τὰς διατρήσεις τῶν ἥλων, καὶ πάντα τὰ τοῦ νεαροῦ πάθους ἐπεδείκνυ σημεῖα, λέγων· Ψηλαφήσατέ με, καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα·ὅπως ἂν μεμενηκέναι ἐν αὐτῷ γνωσθῇ ἡ ἰδιότης τῆς τε θείας, καὶ τῆς ἀνθρωπίνης φύσεως ἀδιαίρετος· οὕτω τε μάθωμεν τὸν Λόγον, μὴ τοῦτο εἶναι, ὅπερ ἐστὶν ἡ σὰρξ, ἀλλ᾽ ἕνα Υἱὸν τοῦ Θεοῦ καὶ τὸν Λόγον ὁμολογήσωμεν, καὶ τὴν σάρκα. Ἧς τινος πίστεως τοῦ μυστηρίου κοῦφος ὢν Εὐτυχὴς οὗτος, καὶ ἀμέτοχος ὀφείλει νομίζεσθαι ὃς τὴν φύσιν τὴν ἡμετέραν ἐν τῷ Μονογενεῖ Υἱῷ τοῦ Θεοῦ οὔτε διὰ τῆς ταπεινότητος τῆς ἀνθρωπότητος, οὔτε διὰ τῆς δόξης ἐπέγνω τῆς ἀναστάσεως· οὕτε τὴν ἀπόφασιν ἐφοβήθη τοῦ μακαρίου ἀποστόλου καὶ εὐαγγελιστοῦ Ἰωάννου τοῦ λέγοντος· ὅτι πᾶν πνεῦμα τὸ ὁμολογοῦν Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθέναι, ἀπὸ Θεοῦ ἐστι, και πᾶν πνεῦμα τὸ διαιροῦν Ἰησοῦν Χριστὸν, ἀπὸ Θεοῦ οὐκ ἔστιν· καὶ οὗτός ἐστιν ὁ Ἀντίχριστος· τί δέ ἐστι τὸ διαιροῦν Ἰησοῦν, εἰ μὲ τὴν ἀνθρωπίνην ἀπ᾽ αὐτοῦ φύσιν ἀποχωρίζειν, καὶ τὸ μυστήριον, δι᾽ οὗπερ ἐσώθημεν μόνου, πειρᾶσθαι μάταιον διὰ πλασμάτων ἀναιδῶν ἀπεργάζεσθαι; ὁ δὲ τὴν ἀχλὺν ὑφιστάμενος περὶ τὴν φύσιν τοῦ σώματος τοῦ Χριστοῦ, ἀναγκαὶως καὶ περὶ τὸ πάθος αὐτοῦ τῇ παραπλησίᾳ τυφλώσει παραφρονεῖ. Καὶ γὰρ εἰ τὸν σταυρὸν τοῦ Δεσπότου ψευδῆ μὴ νενόμικε, καὶ τὸ πάθος τὸ ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ἀναδεχθὲν, ἀληθῶς γενόμενον οὐδαμῶς ἀμφιβάλλει· οὗ τινος οὐκοῦν ἐπιγινώσκει τὸν θάνατον, ἐπιγινωσκέτω καὶ τὴν σάρκα· καὶ μηδὲ τῆς ἡμετέρας αὐτὸν σαρκὸς ἄνθρωπον ἀπαρνείσθω, ὃν παθητὸν ἔγνω γενόμενον, ἐπειδήπερ ἡ ἄρνησις τοῦ ἀληθοῦς σώματος ἄρνησίς ἐστι καὶ τοῦ πάθους τοῦ σώματος. Εἰ τοίνυν δέχεται πίστιν Χριστιανῶν, καὶ ἀπὸ τοῦ κηρύγματος τοῦ Εὐαγγελίου μη τὴν οἰκείαν ἀκοὴν ἀποστρέφει, σκοπείτω ποία φύσις διαπεπαρμένη τοῖς ἥλοις ἐν τῷ τοῦ σταυροῦ ξύλῳ ἐκρέματο, καὶ ἀνοιγείσης τῆς πλευρᾶς προσπεπηγότος τῷ σταυρῷ διὰ τοῦ δόρατος τοῦ στρατιώτου, νοείτω πόθεν τὸ αἷμα, καὶ τὸ ὕδωρ ἐῤῥύη, ὥστε τὴν Ἐκκλησίαν τὴν τοῦ Θεοῦ τῷ τε λουτρῷ καταρδεύεσθαι, καὶ τῷ πόματι. Ἀκουέτω δὲ καὶ τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου κηρύττοντος· ὅτι ὁ καθαρισμὸς τοῦ Πνεύματος διὰ τοῦ ῥαντισμοῦ γίνεται τοῦ αἵματος τοῦ Χριστοῦ· μηδὲ παροδικῶς ἀναγινωσκέτω τοῦ αὐτοῦ ἀποστόλου τὰ ῥήματα λέγοντος· Εἰδότες ὅτιπερ οὐ φθαρτοῖς, ἀργυρίῳ ἤ χρυσίῳ ἐξηγοράσθητε ἐκ τῆς ματαίας ὑμῶν πατροπαραδότου ἀναστροφῆς, ἀλλὰ τῷ τιμίῳ αἵματι, ὡσανεὶ Ἀμνοῦ ἁγίου, καὶ ἀμώμου Χριστοῦ Ἰησοῦ. Καὶ τοῦ μακαρίου δὲ Ἰωάννου τοῦ ἀποστόλου τῇ μαρτυρίᾳ μὴ ἀνθιστάσθω λέγοντος· Καὶ τὸ αἷμα τοῦ Ἰησοῦ Υἱοῦ τοῦ Θεοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας· καὶ πάλιν· αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν· καὶ τίς ἐστιν, ὃς ἐνίκησε τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων, ὅτι Ἰησοῦς ἐστιν ὁ Ὑιὸς τοῦ Θεοῦ; οὗτος ὁ ἐρχόμενος δι᾽ ὕδατος, καὶ αἵματος, Ἰησοῦς Χριστός· οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλ᾽ ἐν ὕδατι, καὶ αἵματι· καὶ τὸ πνεῦμά ἐστι τό μαρτυροῦν, ἐπειδὴ τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια. Τρεῖς γάρ εἰσιν οἱ μαρτυροῦντες, τὸ πνεῦμα, καὶ τὸ ὕδωρ, καὶ τὸ αἷμα καὶ οἱ τρεῖς τὸ ἔν εἰσι, τὸ πνεῦμα δηλονότι τοῦ ἁγιασμοῦ, καὶ τὸ αἷμα τῆς λυτρώσεως, καὶ τὸ ὕδωρ τοῦ βαπτίσματος· ἅπερ τρία ἕν ἐστι, καὶ ἀμέριστα μένει· καὶ οὐδὲν αὐτῶν ἀπὸ τῆς αὐτῶν χωρίζεται συναφείας· ἐπειδήπερ ἡ καθολικὴ Ἐκκλησία ὲν ταύτη ζῇ, καὶ προκόπτει τῇ πίστει. Ἵνα μήτε δίχα τῆς ἀληθοῦς θεότητος ἡ ἀνθρωπότης, μήτε δίχα τῆς ἀληθοῦς ἀνθρωπότητος ἡ θεότης πιστεύηται. |
|---|