|
|
|
THE TOME OF LEO - Page 3 of 6 |
|
|
Subscription
Version of Text |
|
$5 for trial, $30 a year for individuals ($15 students). |
|
Printable Version of Text |
Epistola XXVIII. Ad Flavianum Episcopum Constantinopolitanum Contra Eutychis Perfidiam Et Haeresim Latin and Greek text from Migne, PL, vol. 54, Cols. 755 - 782 An English translation of this text, placed alongside the Latin and Greek text (with dictionary lookup links), can be found on the subscription version of the site. Click here for information about: 1) the public domain texts used on this site; 2) more recent scholarly work on the original language texts.
|
« Previous part of text - Next part of text »
|
III.
Fides
et
consilium
Dei
circa
incarnationem
Verbi
exponuntur. |
An English translation is here on the subscription version of the site. |
Σῳζομένης τοίνυν τῆς ἰδιότητος ἑκατέρας φύσεως, καὶ εἰς ἓν πρόσωπον συνιούσης, ἀνελήφθη ὑπὸ μὲν τῆς θεότητος ἡ ταπεινότης, ὑπὸ δὲ τῆς δυνάμεως τὸ ἀδύνατον, ὑπὸ τοῦ ἀθανάτου τὸ θνητὁν· καὶ πρὸς τὸ χρεωστούμενον ὄφλημα τῆς ἡμετέρας φύσεως ἐκτιθῆναι, ἡ θεία φύσις ἡνώθη τῇ φύσει τῇ παθητῇ ἵνα τοῦτο δὴ τὸ ταῖς ἡμετέραις ἰάσεσιν ὑπάρχον ἁρμόδιον, εἷς καὶ ὁ αὐτὸς ὑπάρχων μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, καὶ ἀποθνήσκειν ἐκ τοῦ ἑνὸς δυνηθῇ, καὶ τελευτᾷν ἐκ τοῦ ἑτέρου μὴ δυνηθῇ. Ἐν ἀκεραίᾳ τοιγαροῦν ἀληθοῦς ἀνθρώπου, καὶ τελείᾳ φύσει, Θεὸς ἀληθὴς ἐτέχθη· ὅλος ἐν τοῖς ἑαυτοῦ, καὶ ὅλος ἐν τοῖς ἡμῶν· ἡμέτερα δὲ λέγομεν, ἅπερ ἐν ἡμῖν ἐξ ἀρχῆς ὁ Δημιουργὸς ἐναπέθετο, καὶ ἅπερ ἀνακαινιστέα πάλιν ἐδέξατο· ἐκεῖνα γὰρ, ἅπερ ὁ ἀπατεὼν ἐπεισήγαγε, καὶ ὁ ἀπατηθεὶς ἄνθρωπος ἥμαρτε, τὸ τυχὸν ἐπὶ τοῦ Σωτῆρος ἴχνος οὐκ ἔσχηκεν. Οὐδὲ ἐπειδὴ κοινωνίαν τῆς ἀνθρωπίνης ὑπεισελήλυθεν ἀσθενείας, διὰ τοῦτο καὶ κοινωνὸς τῶν ἡμετέρων γέγονεν ἁμαρτημάτων. Προσέλαβε γὰρ δούλου μορφὴν δίχα ῥύπου τινὸς ἁμαρτήματος· καὶ τὸ ἀνθρώπινον αὔξων καὶ τὸ θεῖον οὐ μειῶν. Ἐπειδήπερ ἡ κένωσις ἐκείνη, δι᾽ ἧς ἐαυτὸν ὁ ἀόρατος ὁρατὸν παρεσκεύασε, καὶ ὁ Ποιητὴς καὶ Δεσπότης τῶν ὅλων, εἷς τῶν ἀνθρώπων ἠβουλήθη γενεσθαι, συγκατάβασις ἦν εὐσπλαγχνίας, οὐκ ἀσθένεια τῆς δυνάμεως. Τοιγαροῦν ὃς μένων ἐν μορφῇ Θεοῦ, πεποίηκε τὸν ἄνθρωπον, αὐτὸς ἐν μορφῇ δούλου γέγονεν ἄνθρωπος· φυλάττει γὰρ ἑκατέρα φύσις ἀνελλιπῶς τὴν ἑαυτῆς ἰδιότητα· καὶ ὥσπερ οὐκ ἀναιρεῖ τὴν τοῦ δούλου μορφὴν ἡ μορφὴ τοῦ Θεοῦ, οὕτως τὴν τοῦ Θεοῦ μορφὴν ἡ τοῦ δούλου μορφὴ οὐκ ἐμείωσεν· ἐπειδὴ γὰρ κατεκαυχᾶτο ὁ διάβολος τὸν ἄνθρωπον τὸν ἠπατημένον ἐκ τῆς πλάνης ἑαυτοῦ, τῶν θείων δωρεῶν ἐστερῆσθαι, καὶ τῶν τῆς ἀφθαρσίας ἀγαθῶν γεγυμνωμένον ὑπὸ τὴν τοῦ θανάτου χαλεπὴν ἀπόφασιν γεγενῆσθαι, καὶ ἐν τοῖς ἰδίοις κακοῖς παραμυθίαν αὐτὸν εὑρηκέναι τινὰ ἐκ τῆς αὐτοῦ τοῦ γεγονότος προδότου κοινωνίας· ὡς καὶ τὸν Θεὸν, τοῦτο τῆς αὐτοῦ δικαιοσύνης ἀπαιτούσης, ἀμεῖψαι περὶ τὸν ἄνθρωπον τὴν οἰκείαν ἀπόφασιν, ὃν ἐν τοσαύτῃ τιμῇ κατεσκεύασε. Χρεία τῆς οἰκονομίας τοῦ ἀποῤῥήτου μυστηρίου γεγένηται, ἵνα ὁ ἀναλλοίωτος Θεὸς, οὗ τινος ἡ βούλησις τῆς ἐμφύτου χρηστότητος στερηθῆναι μὴ δύναται, τὴν πρώτην περὶ ἡμᾶς τὴν τῆς οἰκείας εὐσεβείας ἀποῤῥήτῳ;ͅ μυστηρίῳ πληρώσῃ διοίκησιν· καὶ ἵνα ὁ ἄνθρωπος, ὁ τῇ κακουργίᾳ τῆς διαβολικῆς κακίας πρὸς ἁμαρτίαν συνελαθεὶς μὴ παρὰ βούλησιν ἀπόληται τοῦ Θεοῦ. |
|---|