HIPPOLYTUS ON DEIFICATION

 

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Refutation of All Heresies, 10.34

Greek text from Hippolytus Werke III, p. 292
P. Wendland, Hippolytus Werke. Dritter Band. Refutatio omnium haeresium (Die griechischen christlichen Schriftsteller der ersten drei Jahrhunderte, 26), Leipzig, 1916


An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.
The complete surviving Greek text of this work (scanned Hippolytus Werke text at archive.org) and an English translation (with a facility for viewing it alongside) can be accessed through the website along with a very large number of other such complete texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

Τοιοῦτος περὶ τὸ θεῖον ἀληθὴς λόγος, ἄνθρωποι Ἕλληνές τε καὶ βάρβαροι, Χαλδαῖοί τε καὶ Ἀσσύριοι, Αἰγύπτιοί τε καὶ Λίβυες, Ἰνδοί τε καὶ Αἰθίοπες, Κελτοί τε καὶ οἱ στρατηγοῦντες Λατῖνοι, πάντες τε οἱ τὴν Εὐρώπην Ἀσίαν τε καὶ Λιβύην κατοικοῦντες· οἷς σύμβουλος ἐγὼ γίνομαι, φιλανθρώπου λόγου ὑπάρχων μαθητὴς καὶ φιλάνθρωπος, ὅπως προσδραμόντες διδαχθῆτε παρ ἡμῶν, τίς ὄντως θεὸς καὶ τούτου εὔτακτος δημιουργία, μὴ προσέχοντες σοφίσμασιν ἐντέχνων λόγων μηδὲ ματαίοις ἐπαγγελίαις κλεψιλόγων αἱρετικῶν, ἀλλ ἀληθείας ἀκόμπου ἁπλότητι σεμνῇ, δι ἧς ἐπιγνώσεως ἐκφεύξεσθε ἐπερχομένην πυρὸς κρίσεως ἀπειλήν καὶ Ταρτάρου ζοφεροῦ ὄμμα ἀφώτιστον, ὑπὸ λόγου φωνῆς μὴ καταλαμφθὲν καὶ βρασμὸν ἀεννάου λίμνης γεέννης φλογός, καὶ ταρταρούχων ἀγγέλων κολαστῶν ὄμμα ἀεὶ μένον ἐν ἀπειλῇ, καὶ σκώληκα, σώματος ἀπουσίαν, ἐπιστρεφόμενον ἐπὶ τὸ ἐκβράσαν σῶμα ὡς ἐπιστροφήν. καὶ ταῦτα μὲν ἐκφεύξῃ θεὸν τὸν ὄντα διδαχθείς, ἕξεις δὲ ἀθάνατον τὸ σῶμα καὶ ἄφθαρτον ἅμα ψυχῇ, <καὶ> βασιλείαν οὐρανῶν ἀπολήψῃ, ἐν γῇ βιοὺς καὶ ἐπουράνιον βασιλέα ἐπιγνούς, ἔσῃ τε ὁμιλητὴς θεοῦ καὶ συγκληρονόμος Χριστοῦ, οὐκ ἐπιθυμίαις πάθεσι καὶ νόσοις δουλούμενος. γέγονας γὰρ θεός· ὅσα γὰρ ὑπέμεινας πάθη ἄνθρωπος ὤν, ταῦτα ἐδίδου, ὅτι ἄνθρωπος εἶς, ὅσα δὲ παρακολουθεῖ θεῷ, ταῦτα παρέχειν ἐπήγγελται θεὸς, ὅταν θεοποιηθῇς, ἀθάνατος γεννηθείς. τοῦτ ἔστι τὸ γνῶθι σεαυτόν, ἐπιγνοὺς τὸν πεποιηκότα θεόν· τὸ γὰρ ἐπιγνῶναι ἑαυτὸν ἐπιγνωσθῆναι συμβέβηκε τῷ καλουμένῳ ὑπ αὐτοῦ. μὴ φιλεχθρήσητε τοίνυν ἑαυτοῖς, ἄνθρωποι, μηδὲ τὸ παλινδρομεῖν διστάσητε. Χριστὸς γάρ ἐστιν κατὰ πάντων θεός, ὃς τὴν ἁμαρτίαν ἐξ ἀνθρώπων ἀποπλύνειν προσέταξε, νέον τὸν παλαιὸν ἄνθρωπον ἀποτελῶν, εἰκόνα τοῦτον καλέσας ἀπ ἀρχῆς, διὰ τύπου τὴν εἰς σὲ ἐπιδεικνύμενος στοργήν, οὗ προστάγμασιν ὑπακούσας σεμνοῖς, καὶ ἀγαθοῦ ἀγαθὸς γενόμενος μιμητής ἔσῃ ὅμοιος ὑπ αὐτοῦ τιμηθείς. οὐ γὰρ πτωχεύει θεός καὶ σὲ θεὸν ποιήσας εἰς δόξαν αὐτοῦ.