GREGORY OF NAZIANZUS - CRITIQUE OF APOLLINARIANISM - page 1 of 2

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Epistle 101 (part of)

Greek text from Migne PG, Vol. 37, Cols. 177 - 189

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

The Migne version of the complete Greek text of this work (at Google Books) and an English translation (with a facility for viewing it alongside) can be accessed through the website along with a very large number of other such complete texts.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

                Next part of text »

Μὴ ἀπατάτωσαν οἱ ἄνθρωποι, μηδὲ ἀπατάσθωσαν, ἄνθρωπον ἄνουν δεχόμενοι τὸν Κυριακόν, ὡς αὐτοὶ λέγουσι, μᾶλλον δὲ τὸν Κύριον ἡμῶν καὶ Θεόν. Οὐδὲ γὰρ τὸν ἄνθρωπον χωρίζομεν τῆς θεότητος, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν δογματίζομεν, πρότερον μὲν οὐκ ἄνθρωπον, ἀλλὰ Θεὸν καὶ Υἱὸν μόνον καὶ προαιώνιον, ἀμιγῆ σώματος, καὶ τῶν ὅσα σώματος, ἐπὶ τέλει δὲ καὶ ἄνθρωπον, προσληφθέντα ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας, παθητὸν σαρκί, ἀπαθῆ θεότητι, περιγραπτὸν σώματι, ἀπερίγραπτον πνεύματι, τὸν αὐτὸν ἐπίγειον καὶ οὐράνιον, ὁρώμενον καὶ νοούμενον, χωρητὸν καὶ ἀχώρητον, ἵν' ὅλῳ ἀνθρώπῳ τῷ αὐτῷ καὶ Θεῷ ὅλος ἄνθρωπος ἀναπλασθῇ πεσὼν ὑπὸ τὴν ἁμαρτίαν.

Εἴ τις οὐ Θεοτόκον τὴν ἁγίαν Μαρίαν ὑπολαμβάνει, χωρὶς ἐστὶ τῆς θεότητος. Εἴ τις ὡς διὰ σωλῆνος τῆς Παρθένου διαδραμεῖν, ἀλλὰ μὴ ἐν αὐτῇ διαπεπλάσθαι λέγοι θεϊκῶς ἅμα καὶ ἀνθρωπικῶς· θεϊκῶς μέν, ὅτι χωρὶς ἀνδρός· ἀνθρωπικῶς δέ, ὅτι νόμῳ κυήσεως, ὁμοίως ἄθεος. Εἴ τις διαπεπλάσθαι τὸν ἄνθρωπον, εἶθ' ὑποδεδυκέναι λέγοι Θεόν, κατάκριτος. Οὐ γὰρ γέννησις Θεοῦ τοῦτό ἐστιν, ἀλλὰ φυγὴ γεννήσεως. Εἴ τις εἰσάγει δύο Υἱούς, ἕνα μὲν τὸν ἐκ τοῦ Θεοῦ καὶ Πατρός, δεύτερον δὲ τὸν ἐκ τῆς μητρός, ἀλλ' οὐχὶ ἕνα καὶ τὸν αὐτόν, καὶ τῆς υἱοθεσίας ἐκπέσοι τῆς ἐπηγγελμένης τοῖς ὀρθῶς πιστεύουσι. Φύσεις μὲν γὰρ δύο Θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα· υἱοὶ δὲ οὐ δύο, οὐδὲ Θεοί. Οὐδὲ γὰρ ἐνταῦθα δύο ἄνθρωποι, εἰ καὶ οὕτως Παῦλος τὸ ἐντὸς τοῦ ἀνθρώπου, καὶ τὸ ἐκτὸς προσηγόρευσε. Καὶ εἰ δεῖ συντόμως εἰπεῖν, ἄλλο μὲν καὶ ἄλλο τὰ ἐξ ὧν Σωτὴρ (εἴπερ μὴ ταυτὸν τὸ ἀόρατον τῷ ὁρατῷ, καὶ τὸ ἄχρονον τῷ ὑπὸ χρόνον), οὐκ ἄλλος δὲ καὶ ἄλλος· μὴ γένοιτο. Τὰ γὰρ ἀμφότερα ἓν τῇ συγκράσει, Θεοῦ μὲν ἐνανθρωπήσαντος, ἀνθρώπου δὲ θεωθέντος, ὅπως ἄν τις ὀνομάσειε. Λέγω δὲ ἄλλο καὶ ἄλλο, ἔμπαλιν ἐπὶ τῆς Τριάδος ἔχει. Ἐκεῖ μὲν γὰρ ἄλλος καὶ ἄλλος, ἵνα μὴ τὰς ὑποστάσεις συγχέωμεν· οὐκ ἄλλο δὲ καὶ ἄλλο, ἓν γὰρ τὰ τρία καὶ ταυτὸν τῇ θεότητι.

Εἴ τις, ὡς ἐν προφήτῃ, λέγοι κατὰ χάριν ἐνηργηκέναι, ἀλλὰ μὴ κατ' οὐσίαν συνῆφθαί τε καὶ συνάπτεσθαι, εἴη κενὸς τῆς κρείττονος ἐνεργείας, μᾶλλον δὲ πλήρης τῆς ἐναντίας. Εἴ τις οὐ προσκυνεῖ τὸν ἐσταυρωμένον, ἀνάθεμα ἔστω, καὶ τετάχθω μετὰ τῶν θεοκτόνων. Εἴ τις ἐξ ἔργων τετελειωμένον, μετὰ τὸ βάπτισμα, μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν υἱοθεσίας ἠξιῶσθαι λέγοι, καθάπερ οὓς Ἕλληνες παρεγγράπτους εἰσάγουσιν, ἀνάθεμα ἔστω. Τὸ γὰρ ἠργμένον, προκόπτον, τελειούμενον, οὐ Θεός, κἂν διὰ τὴν κατὰ μικρὸν ἀνάδειξιν οὕτω λέγηται. Εἴ τις ἀποτεθεῖσθαι νῦν τὴν ἁγίαν σάρκα λέγοι, καὶ γυμνὴν εἶναι τὴν θεότητα τοῦ σώματος, ἀλλὰ μὴ μετὰ τοῦ προσλήμματος καὶ εἶναι, καὶ ἥξειν, μὴ ἴδοι τὴν δόξαν τῆς παρουσίας αὐτοῦ. Ποῦ γὰρ τὸ σῶμα νῦν, εἰ μὴ μετὰ τοῦ προσλαβόντος; Οὐ γὰρ δὴ κατὰ τοὺς Μανιχαίων λήρους τῷ ἡλίῳ ἐναποτέθειται, ἵνα τιμηθῇ διὰ τῆς ἀτιμίας· εἰς τὸν ἀέρα ἐχέθη καὶ διελύθη, ὡς φωνῆς φύσις, καὶ ὀδμῆς ῥύσις, καὶ ἀστραπῆς δρόμος οὐχ ἱσταμένης. Ποῦ δὲ καὶ τὸ ψηλαφηθῆναι αὐτὸν μετὰ τὴν ἀνάστασιν, ὀφθήσεσθαί ποτε ὑπὸ τῶν ἐκκεντησάντων; Θεότης γὰρ καθ' ἑαυτὴν ἀόρατος. Ἀλλ' ἥξει μὲν μετὰ τοῦ σώματος, ὡς ἐμὸς λόγος, τοιοῦτος δὲ οἷος ὤφθη τοῖς μαθηταῖς ἐν τῷ ὄρει, παρεδείχθη, ὑπερνικώσης τὸ σαρκίον τῆς θεότητος. Ὥσπερ δὲ ταῦτα λέγομεν ἀποσκευαζόμενοι τὴν ὑπόνοιαν, οὕτω κἀκεῖνα γράφομεν διορθούμενοι τὴν καινοτομίαν.

Εἴ τις λέγοι τὴν σάρκα ἐξ οὐρανοῦ κατεληλυθέναι, ἀλλὰ μὴ ἐντεῦθεν εἶναι καὶ παρ' ἡμῶν, εἰ καὶ ὑπὲρ ἡμᾶς, ἀνάθεμα ἔστω. Τὸ γὰρ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ, καὶ Οἷος ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι, καὶ Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ἐκ τοῦ οὐρανοῦ καταβὰς Υἱὸς τοῦ ἀνθρώπου, καὶ εἴ τι ἄλλο τοιοῦτο, νομιστέον λέγεσθαι διὰ τὴν πρὸς τὸν οὐράνιον ἕνωσιν, ὥσπερ καὶ τὸ διὰ Χριστοῦ γεγονέναι τὰ πάντα, καὶ κατοικεῖν Χριστὸν ἐν ταῖς καρδίαις ὑμῶν, οὐ κατὰ τὸ φαινόμενον τοῦ Θεοῦ, ἀλλὰ κατὰ τὸ νοούμενον, κιρναμένων ὥσπερ τῶν φύσεων, οὕτω δὴ καὶ τῶν κλήσεων, καὶ περιχωρουσῶν εἰς ἀλλήλας τῷ λόγῳ τῆς συμφυΐας.

Εἴ τις εἰς ἄνουν ἄνθρωπον ἤλπικεν, ἀνόητος ὄντως ἐστὶ, καὶ οὐκ ἄξιος ὅλως σώζεσθαι. Τὸ γὰρ ἀπρόσληπτον, ἀθεράπευτον· δὲ ἥνωται τῷ Θεῷ, τοῦτο καὶ σῴζεται. Εἰ ἥμισυς ἔπταισεν Ἀδάμ, ἥμισυ καὶ τὸ προσειλημμένον καὶ τὸ σωζόμενον. Εἰ δὲ ὅλος, ὅλῳ τῷ γεννηθέντι ἥνωται, καὶ ὅλως σώζεται. Μὴ τοίνυν βασκαινέτωσαν ἡμῖν τῆς παντελοῦς σωτηρίας, μηδὲ ὀστᾶ μόνον, καὶ νεῦρα καὶ ζωγραφίαν ἀνθρώπου τῷ Σωτῆρι περιτιθέτωσαν. Εἰ μὲν γὰρ ἄψυχος ἄνθρωπος, τοῦτο καὶ Ἀρειανοὶ λέγουσιν, ἵν' ἐπὶ τὴν θεότητα τὸ πάθος ἐνέγκωσιν, ὡς τοῦ κινοῦντος τὸ σῶμα, τούτου καὶ πάσχοντος. Εἰ δὲ ἔμψυχος, εἰ μὲν οὐ νοερός, πῶς καὶ ἄνθρωπος; οὐ γὰρ ἄνουν ζῷον ἄνθρωπος. Καὶ ἀνάγκη τὸ σχῆμα μὲν ἀνθρώπειον εἶναι καὶ τὴν σκηνήν, τὴν δὲ ψυχὴν ἵππου τινὸς, βοὸς, ἄλλου τῶν ἀνοήτων. Τοῦτο γοῦν ἔσται καὶ τὸ σωζόμενον· καὶ διεψεύσθην ἐγὼ παρὰ τῆς ἀληθείας, ἄλλου τιμηθέντος, ἄλλος μεγαλαυχούμενος. Εἰ δὲ νοερὸς, ἀλλ' οὐκ ἄνους ἄνθρωπος, παυσάσθωσαν ὄντως ἀνοηταίνοντες.

                Next part of text »