DIONYSIUS OF ALEXANDRIA - DEFENCE OF HIS THEOLOGY

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

From Athanasius, De Sententia Dionysii, 14 (end of) - 18

Greek text from Migne PG, vol. 25b. cols. 501 - 508
An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

14..... Τὰ μὲν οὖν πλεῖστα τῶν αὐτοῦ ῥημάτων ἅπερ ζητῶν ἐξετάζει, συλλογιζόμενος συνάγει, ἐρωτῶν ἐλέγχει, τοὺς κατειρηκότας αἰτιᾶται, ταῦτα παρεὶς διὰ τὸ μῆκος τῶν λόγων, μόνα τὰ πρὸς τὴν κατηγορίαν ἀναγκαῖα τίθημι. Ἀπολογούμενος τοίνυν πρὸς ἐκεῖνα, γράφει ταῖς λέξεσι ταύταις ἐν τῷ πρώτῳ τῷ ἐπιγραφομένῳ Ἐλέγχου καὶ Ἀπολογίας, μεθ ἕτερα οὕτως·

15. « Οὐ γὰρ ἦν ὅτε Θεὸς οὐκ ἦν Πατήρ. » Καὶ τοῦτο οἶδεν ἐν τοῖς ἑξῆς, « ἀεὶ τὸν Χριστὸν εἶναι, Λόγον ὄντα καὶ Σοφίαν καὶ δύναμιν. Οὐ γὰρ δὴ τούτων ἄγονος ὢν Θεὸς, εἶτα ἐπαιδοποιήσατο. Ἀλλ ὅτι μὴ παρ ἑαυτοῦ Υἱὸς, ἀλλ ἐκ τοῦ Πατρὸς ἔχει τὸ εἶναι. » Καὶ μετ ὀλίγα πάλιν περὶ τοῦ αὐτοῦ φησιν· « Ἀπαύγασμα δὲ ὢν φωτὸς ἀϊδίου, πάντως καὶ αὐτὸς ἀϊδιός ἐστιν· ὄντος γὰρ ἀεὶ τοῦ φωτὸς, δῆλον ὡς ἔστιν ἀεὶ τὸ ἀπαύγασμα· τούτῳ γὰρ καὶ ὅτι φῶς ἐστι τῷ καταυγάζειν νοεῖται, καὶ φῶς οὐ δύναται μὴ φωτίζον εἶναι. Πάλιν γὰρ ἔλθωμεν ἐπὶ τὰ παραδείγματα. Εἰ ἔστιν ἥλιος, ἔστιν αὐγή, ἔστιν ἡμέρα· εἰ τοιούτων μηδὲν ἔστι, πολύ γε δεῖ καὶ παρεῖναι ἥλιον. Εἰ μὲν οὖν ἀΐδιος ἥλιος, ἄπαυστος ἂν ἦν καὶ ἡμέρα· νῦν δέ, οὐ γάρ ἐστιν, ἀρξαμένου τε, ἤρξατο, καὶ παυομένου, παύεται. δέ γε Θεὸς αἰώνιόν ἐστι φῶς, οὔτε ἀρξάμενον οὔτε λῆξόν ποτε· οὐκοῦν αἰώνιον πρόκειται, καὶ σύνεστιν αὐτῷ τὸ ἀπαύγασμα ἄναρχον καὶ ἀειγενὲς, προφαινόμενον αὐτοῦ, ὅπερ ἐστὶν λέγουσα Σοφία· Ἐγὼ ἤμην προσέχαιρε· καθ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ. » Καὶ αὖθις ἐπάγει μετ ὀλίγα περὶ τοῦ αὐτοῦ λέγων· « Ὄντος οὖν αἰωνίου τοῦ Πατρὸς, αἰώνιος Υἱός ἐστι, φῶς ἐκ φωτὸς ὤν· ὄντος γὰρ γονέως, ἔστι καὶ τέκνον· εἰ δὲ μὴ τέκνον εἴη, πῶς καὶ τίνος εἶναι δύναται γονεύς; Ἀλλ εἰσὶν ἄμφω, καὶ εἰσὶν ἀεί. » Εἶνα πάλιν προστίθησι ταῦτα· « Φωτὸς μὲν οὖν ὄντος τοῦ Θεοῦ, Χριστός ἐστιν ἀπαύγασμα. Πνεύματος δὲ ὄντος· Πνεῦμα γάρ, φησίν, Θεός· ἀναλόγως πάλιν Χριστὸς ἀτμὶς λέγεται· Ἀτμὶς γάρ, φησίν, ἐστὶ τῆς τοῦ Θεοῦ δυνάμεως. » Καὶ ἐκ τοῦ δευτέρου πάλιν φησί· « Μόνος δὲ Υἱὸς ἀεὶ συνὼν τῷ Πατρὶ, καὶ τοῦ ὄντος πληρούμενος, καὶ αὐτός ἐστιν ὢν ἐκ τοῦ Πατρός. »

16. Ταῦτα, εἰ μὲν ἀμφιβόλως εἴρηται, χρείαν εἶχε τοῦ ἑρμηνεύοντος· ἐπειδὴ δὲ λευκῶς καὶ πολλάκις περὶ τῶν αὐτῶν ἔγραψεν, μὲν Ἄρειος τριζέτω τοὺς ὀδόντας, ὁρῶν τὴν αἵρεσιν αὐτοῦ καταστρεφομένην ὑπὸ Διονυσίου· καὶ ἀκούων, ἅπερ μὴ βούλεται, λέγοντος αὐτοῦ· « Ἀεὶ Θεὸς Πατὴρ ἦν, καὶ Υἱὸς οὐχ ἁπλῶς ἀΐδιός ἐστιν, ἀλλὰ τοῦ Πατρὸς ἀϊδίου ὄντος, ἀΐδιος ἂν εἴη καὶ Υἱός, καὶ σύνεστιν αὐτῷ ὡς τῷ φωτὶ τὸ ἀπαύγασμα. » Οἱ δὲ, κἂν μόνον ὑπονοήσαντες Διονύσιον τὰ Ἀρείου φρονεῖν, κατατιθέσθωσαν τὴν περὶ αὐτοῦ τοιαύτην δυσφημίαν. Ποία γὰρ κοινωνία τούτοις ἐστί, τοῦ μὲν Ἀρείου λέγοντος· Οὐκ ἦν Υἱὸς πρὶν γεννηθῇ, ἀλλ ἦν ποτε ὅτε οὐκ ἦν· τοῦ δὲ Διονυσίου διδάσκοντος· « δέ γε Θεὸς αἰώνιόν ἐστι φῶς, οὔτε ἀρξάμενον, οὔτε λῆξόν ποτε· οὐκοῦν αἰώνιον πρόκειται, καὶ σύνεστιν αὐτῷ τὸ ἀπαύγασμα, ἄναρχον καὶ ἀειγενὲς προφαινόμενον αὐτοῦ. » Καὶ γὰρ καὶ πρὸς τὴν ἄλλην ὑποψίαν τῶν λεγόντων, ὅτι Πατέρα λέγων Διονύσιος, οὐκ ὀνομάζει τὸν Υἱὸν· καὶ πάλιν Υἱὸν λέγων, οὐκ ὀνομάζει τὸν Πατέρα· ἀλλὰ διαιρεῖ καὶ μακρύνει καὶ μερίζει τὸν Υἱὸν ἀπὸ τοῦ Πατρός, ἀποκρίνεται καὶ δυσωπεῖ τούτους, λέγων ἐν τῷ δευτέρῳ βιβλίῳ.

17. « Τῶν ὑπ ἐμοῦ λεχθέντων ὀνομάτων ἕκαστον ἀχώριστόν ἐστι καὶ ἀδιαίρετον τοῦ πλησίον. Πατέρα εἶπον, καὶ πρὶν ἐπαγάγω τὸν Υἱόν, ἐσήμανα καὶ τοῦτον ἐν τῷ Πατρί· Υἱὸν ἐπήγαγον, εἰ καὶ μὴ προειρήκειν τὸν Πατέρα, πάντως ἂν ἐν τῷ Υἱῷ προείληπτο· ἅγιον Πνεῦμα προσέθηκα, ἀλλ ἅμα καὶ πόθεν καὶ διὰ τίνος ἧκεν ἐφήρμοσα. Οἱ δὲ οὐκ ἴσασιν, ὅτι μήτε ἀπηλλοτρίωται Πατὴρ Υἱοῦ Πατήρ· προσκαταρκτικὸν γάρ ἐστι τῆς συναφείας τὸ ὄνομα· οὔτε Υἱὸς ἀπῴκισται τοῦ Πατρός· γὰρ Πατὴρ προσηγορία δηλοῖ τὴν κοινωνίαν· ἔν τε ταῖς χερσὶν αὐτῶν ἐστι τὸ Πνεῦμα, μήτε τοῦ πέμποντος, μήτε τοῦ φέροντος δυνάμενον στέρεσθαι. Πῶς οὖν τούτοις χρώμενος τοῖς ὀνόμασι μεμερίσθαι ταῦτα καὶ ἀφωρίσθαι παντελῶς ἀλλήλων οἴομαι; » Καὶ μετ ὀλίγα ἐπάγει λέγων· « Οὕτω μὲν ἡμεῖς εἴς τε τὴν Τριάδα τὴν μονάδα πλατύνομεν ἀδιαίρετον, καὶ τὴν Τριάδα πάλιν ἀμείωτον εἰς τὴν μονάδα συγκεφαλαιούμεθα. »

18. Εἶτα καὶ αἰτιασαμένων αὐτὸν, ὡς ἕνα λέγοντα τῶν γενητῶν εἶναι τὸν Υἱὸν, καὶ μὴ ὁμοούσιον τῷ Πατρί, αὐτὸς πάλιν ἐν μὲν τῷ πρώτῳ βιβλίῳ τοὺς τοιούτους διελέγχει λέγων· « Πλὴν ἐγὼ γενητά τινα καὶ ποιητά τινα φήσας νοεῖσθαι, τῶν μὲν τοιούτων ὡς ἀχρειοτέρων ἐξ ἐπιδρομῆς εἶπον παραδείγματα· ἐπεὶ μήτε τὸ φυτὸν ἔφην τῷ γεωργῷ, μήτε τῷ ναυπηγῷ τὸ σκάφος· εἶτα τοῖς ἱκνουμένοις καὶ προσφυεστέροις ἐνδιέτριψα· καὶ πλέον διεξῆλθον περὶ τῶν ἀληθεστέρων, ποικίλα προσεπεξευρὼν τεκμήρια, ἅπερ καὶ σοὶ δι ἄλλης ἐπιστολῆς ἔγραψα· ἐν οἷς ἤλεγξα καὶ προφέρουσιν ἔγκλημα κατ ἐμοῦ ψεῦδος ὄν, ὡς οὐ λέγοντος τὸν Χριστὸν ὁμοούσιον εἶναι τῷ Θεῷ. Εἰ γὰρ καὶ τὸ ὄνομα τοῦτό φημι μὴ εὑρηκέναι, μηδ ἀνεγνωκέναι που τῶν ἁγίων Γραφῶν, ἀλλά γε τὰ ἐπιχειρήματά μου τὰ ἑξῆς, σεσιωπήκασι, τῆς διανοίας ταύτης οὐκ ἀπᾴδει. Καὶ γὰρ ἀνθρωπείαν γονὴν παρεθέμην, δῆλον ὡς οὖσαν ὁμογενῆ· φήσας πάντως τοὺς γονεῖς μόνον ἑτέρους εἶναι τῶν τέκνων, ὅτι μὴ αὐτοὶ εἶεν τὰ τέκνα, μήτε γονεῖς ἀναγκαῖον ὑπάρχειν εἶναι μήτε τέκνα· καὶ τὴν μὲν ἐπιστολήν, ὡς προεῖπον, διὰ τὰς περιστάσεις οὐκ ἔχω προκομίσαι· εἰ δ οὖν, αὐτά σοι τὰ τότε ῥήματα, μᾶλλον δὲ καὶ πάσης ἂν ἔπεμψα τὸ ἀντίγραφον· ὅπερ, ἂν εὐπορήσω, ποιήσω. Οἶδα δὲ καὶ μέμνημαι, πλείονα προσθεὶς τῶν συγγενῶν ὁμοιώματα. Καὶ γὰρ καὶ φυτὸν εἶπον ἀπὸ σπέρματος, ἀπὸ ῥίζης ἀνελθὸν, ἕτερον εἶναι τοῦ ὅθεν ἐβλάστησε, καὶ πάντως ἐκείνῳ καθέστηκεν ὁμοφυές, καὶ ποταμὸν ἀπὸ πηγῆς ῥέοντα, ἕτερον σχῆμα καὶ ὄνομα μετειληφέναι· μήτε γὰρ τὴν πηγὴν ποταμὸν, μήτε τὸν ποταμὸν πηγὴν λέγεσθαι, καὶ ἀμφότερα ὑπάρχειν· καὶ τὴν μὲν πηγὴν οἱονεὶ Πατέρα εἶναι, τὸν δὲ ποταμὸν εἶναι τὸ ἐκ τῆς πηγῆς ὕδωρ. Ἀλλὰ ταῦτα μὲν καὶ τὰ τοιαῦτα μηδὲ ὁρᾷν γεγραμμένα, ἀλλ οἱονεὶ τυφλώττειν ὑποκρίνονται· τοῖς δὲ δυσὶ ῥηματίοις ἀσυνθέτοις καθάπερ λίθοις, μακρόθεν ἐπιχειροῦσί με βάλλειν, ἀγνοοῦντες ὡς τῶν ἀγνοουμένων, καὶ προσαγωγῆς εἰς ἐπίγνωσιν δεομένων, οὐ μόνον ἀλλοῖα πολλάκις, ἀλλὰ καὶ ὑπεναντία τεκμήρια γίνεται τῶν ἐπιζητουμένων δηλώματα. » Ἐν δὲ τῷ τρίτῳ βιβλίῳ φησί· « Ζωὴ ἐκ ζωῆς ἐγεννήθη· καὶ ὥσπερ ποταμὸς ἀπὸ πηγῆς ἔῤῥευσε· καὶ ἀπὸ φωτὸς ἀσβέστου λαμπρὸν φῶς ἀνήφθη. »