BASIL THE GREAT - HOMILY 2 ON PSALM 14, AGAINST USURY

 

Subscription Version of Text
With translation,
more background info & notes

Info about Subscription Site

$5 for trial, $30 a year for individuals ($15 students).

Homilia in Psalmum XIV - (extracts, including most of 1, first part of 2, part of 4 and whole of 5)

Greek text from Migne PG, Vol. 29b, Cols. 265-269, 276 and 277-279

An English translation of this text, placed alongside the Greek text, can be found on the subscription version of the site.

A large number of complete Greek texts (including this one and all those in Migne) and translations of Basil (where available online) can also be accessed through the website and seen alongside each other.

Click here for information about: 1) the public domain texts used on this site;  2) more recent scholarly work on the original language texts.

 

(Click on Greek words to link to the Perseus Morphology. If there are problems with the Perseus website click here for a version of the page with a locally based morphology* and lexicon.)

 

ΤΟΥ ΑΥΤΟΥ ΟΜΙΛΙΑ ΕΙΣ ΜΕΡΟΣ

τεσσαρεσκαιδεκάτου ψαλμου, καὶ κατὰ τοκιζόντων.

1.... Ὑπογράφων τῷ λόγῳ τὸν τέλειον Προφήτης, τὸν τῆς ἀσαλεύτου ζωῆς ἐπιβήσεσθαι μέλλοντα, ἐν τοῖς ἀνδραγαθήμασιν ἀπηρίθμησε τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ μὴ δοῦναι. Πολλαχοῦ τῆς Γραφῆς διαβέβληται ἁμαρτία αὕτη. τε γὰρ Ἰεζεκιὴλ ἐν τοῖς μεγίστοις τῶν κακῶν τίθεται τόκον λαβεῖν καὶ πλεονασμὸν, καὶ νόμος διαῤῥήδην ἀπαγορεύει· Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου καὶ τῷ πλησίον σου. Καὶ πάλιν φησί· Δόλος ἐπὶ δόλῳ, καὶ τόκος ἐπὶ τόκῳ. Καὶ περὶ πόλεως δὲ τῆς ἐν πλήθει κακῶν εὐθηνουμένης ψαλμὸς τί φησιν; Οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. Καὶ νῦν χαρακτηριστικὸν τῆς κατὰ τὸν ἄνθρωπον τελειώσεως τὸ αὐτὸ τοῦτο παρείληφεν Προφήτης, λέγων· Τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ. Τῷ ὄντι γὰρ ἀπανθρωπίας ὑπερβολὴν ἔχει τὸν μὲν τῶν ἀναγκαίων ἐνδεῶς ἔχοντα ζητεῖν δάνεισμα εἰς παραμυθίαν τοῦ βίου, τὸν δὲ μὴ ἀρκεῖσθαι τῷ κεφαλαίῳ, ἀλλ ἐπινοεῖν ἐκ τῶν συμφορῶν τοῦ πένητος προσόδους ἑαυτῷ καὶ εὐπορίας συνάγειν. μὲν οὖν Κύριος ἐναργῶς ἡμῖν διετάξατο, λέγων· Καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς· δὲ φιλάργυρος, ὁρῶν ὑπὸ τῆς ἀνάγκης ἄνδρα κατακαμπτόμενον πρὸ τῶν γονάτων ἱκετεύοντα, τί οὐ ποιοῦντα ταπεινόν; τί οὐ φθεγγόμενον; οὐκ ἐλεεῖ παρ ἀξίαν πράττοντα, οὐ λογίζεται τὴν φύσιν, οὐκ ἐνδίδωσι ταῖς ἱκεσίαις, ἀλλ ἄκαμπτος καὶ ἀμείλικτος ἕστηκεν, οὐ ταῖς δεήσεσιν εἴκων, οὐ δάκρυσιν ἐπικλώμενος, ἐπιμένων τῇ ἀρνήσει, ἐξομνύμενος καὶ ἐπαρώμενος ἑαυτῷ, μὴν ἀπορεῖν παντελῶς χρημάτων, καὶ περισκοπεῖν καὶ αὐτὸς εἴ τινα εὕροι τῶν δανειζόντων, καὶ πιστούμενος τὸ ψεῦδος διὰ τῶν ὅρκων, κακὸν παρεμπόρευμα τῆς ἀπανθρωπίας τὴν ἐπιορκίαν προσκτώμενος. Ἐπειδὰν δὲ ζητῶν τὸ δάνειον τόκων μνησθῇ, καὶ ὑποθήκας ὀνομάσῃ, τότε καταβαλὼν τὴν ὀφρὺν προσεμειδίασε, καί που καὶ πατρῴας φιλίας ἀνεμνήσθη, καὶ συνήθη εἶπε καὶ φίλον καὶ, Ὀψόμεθα, φησὶν, εἴπου τί ἐστιν ἡμῖν ἀποκείμενον ἀργύριον. Ἔστι δὲ παρακαταθήκη φίλου ἀνδρὸς ἐπ ἐργασίᾳ παραθεμένου ἡμῖν. Ἀλλ ἐκεῖνος μὲν βαρεῖς ἐπ αὐτῷ τοὺς τόκους ὥρισεν· ἡμεῖς δὲ πάντως ἐπανήσομέν τι, καὶ ἐπ ἐλάττοσι τοῖς τόκοις δώσομεν. Τοιαῦτα κατασχηματιζόμενος, καὶ τοιούτοις λόγοις ὑποσαίνων καὶ δελεάζων τὸν ἄθλιον, γραμματείοις αὐτὸν προσκαταδήσας, καὶ πρὸς τῇ καταπονούσῃ πενίᾳ ἔτι καὶ τὴν ἐλευθερίαν τοῦ ἀνδρὸς προσαφελόμενος, ᾤχετο. γὰρ τόκοις ἑαυτὸν ὑπεύθυνον καταστήσας, ὧν τὴν ἔκτισιν οὐχ ὑφίσταται, δουλείαν αὐθαίρετον κατεδέξατο διὰ βίου. Χρήματα, εἰπέ μοι, καὶ πόρους ἐπιζητεῖς, παρὰ τοῦ ἀπόρου; Καὶ εἰ πλουσιώτερόν σε ἀποφαίνειν ἠδύνατο, τί ἐζήτει παρὰ τὰς θύρας τὰς σάς; Ἐπὶ συμμαχίαν ἐλθὼν, πολέμιον εὗρεν. Ἀλεξιφάρμακα περιζητῶν, δηλητηρίοις ἐνέτυχε. Δέον παραμυθεῖσθαι τοῦ ἀνδρὸς τὴν πτωχείαν, σὺ δὲ πολυπλασιάζεις τὴν ἔνδειαν, ἐκκαρποῦσθαι ζητῶν τὴν ἔρημον. Ὥσπερ ἂν εἴ τις ἰατρὸς πρὸς κάμνοντας εἰσιὼν, ἀντὶ τοῦ ὑγίειαν αὐτοῖς ἐπαναγαγεῖν, δὲ καὶ τὸ μικρὸν λείψανον τῆς δυνάμεως προσαφέλοιτο· οὕτω καὶ σὺ τὰς συμφορὰς τῶν ἀθλίων ἀφορμὴν πόρων ποιῇ. Καὶ ὥσπερ οἱ γεωργοὶ ὄμβρους εὔχονται εἰς πολυπλασιασμὸν τῶν σπερμάτων, οὕτω καὶ σὺ ἐνδείας καὶ ἀπορίας ἀνθρώπων ἐπιζητεῖς, ἵνα σοι ἐνεργὰ τὰ χρήματα γένηται. Ἀγνοεῖς πλείονα προσθήκην ταῖς ἁμαρτίαις ποιούμενος, τῷ πλούτῳ τὴν αὔξησιν ἀπὸ τῶν τόκων ἐπινοῶν; Καὶ μὲν ζητῶν τὸ δάνεισμα, μέσος ἀμηχανίας ἀπειλημμένος, ὅταν μὲν πρὸς τὴν πενίαν ἀπίδῃ, ἀπογινώσκει τὴν ἔκτισιν, ὅταν δὲ μὲν πρὸς τὴν παροῦσαν ἀνάγκην, κατατολμᾷ τοῦ δανείσματος. Εἶτα μὲν ἡττήθη ὑποκύψας τῇ χρείᾳ· δὲ ἀπέρχεται, γραμματείοις αὑτὸν καὶ ἐχεγγύοις ἀσφαλισάμενος.

2.  Λαβὼν δὲ τὰ χρήματα, τὴν μὲν πρώτην λαμπρός ἐστι καὶ περιχαρὴς, ἀλλοτρίῳ ἄνθει γεγανωμένος, ἐπισημαίνων τῇ μεταβολῇ τοῦ βίου· τράπεζα γὰρ ἀνειμένη, ἐσθὴς πολυτελεστέρα· οἰκέται πρὸς τὸ φαιδρότερον ἐξηλλαγμένοι τῷ σχήματι, κόλακες, συμπόται· κηφῆνες οἴκων μυρίοι· ὡς δὲ τὰ μὲν χρήματα ὑποῤῥεῖ, δὲ χρόνος προϊὼν τοὺς τόκους ἑαυτῷ συμπροάγει, οὐ νύκτες ἐκείνῳ ἀνάπαυσιν φέρουσιν, οὐχ ἡμέρα φαιδρὰ, οὐχ ἥλιος τερπνὸς, ἀλλὰ δυσχεραίνει τὸν βίον, μισεῖ τὰς ἡμέρας πρὸς τὴν προθεσμίαν ἐπειγομένας, φοβεῖται τοὺς μῆνας ὡς τόκων πατέρας, Κἂν καθεύδῃ, ἐνύπνιον βλέπει τὸν δανειστὴν, κακὸν ὄναρ, τῇ κεφαλῇ περιστάμενον· κἂν γρηγορῇ, ἔννοια αὐτῷ καὶ φροντὶς τόκος ἐστί· Δανειστοῦ, φησὶ, καὶ χρεωφειλέτου ἀπαντησάντων ἀλλήλοις, ἐπισκοπὴν ἀμφοτέρων ποιεῖται Κύριος. μὲν ὥσπερ κύων ἐπιτρέχει τῇ ἄγρᾳ· δὲ ὥσπερ ἕτοιμον θήραμα καταπτήσσει τὴν συντυχίαν. Ἀφαιρεῖται γὰρ αὐτοῦ τὴν παῤῥησίαν τὸ πένεσθαι. Ἀμφοτέροις ψῆφος ἐπὶ δακτύλων· τοῦ μὲν χαίροντος ἐπὶ τῇ αὐξήσει τῶν τόκων, τοῦ δὲ στενάζοντος ἐπὶ τῇ προσθήκῃ τῶν συμφορῶν. Πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων· τουτέστι, τὰς οἰκείας ἀφορμὰς περισκόπει, μὴ ἐπ ἀλλοτρίας πηγὰς βάδιζε, ἀλλ ἐξ οἰκείων λιβάδων σύναγε σεαυτῷ τὰς παραμυθίας τοῦ βίου. Ἔχεις χαλκώματα, ἐσθῆτα, ὑποζύγιον, σκεύη παντοδαπά; ταῦτα ἀπόδου· πάντα προέσθαι κατάδεξαι, πλὴν τῆς ἐλευθερίας. Ἀλλ αἰσχύνομαι αὐτὰ δημοσιεύειν, φησίν. Τί οὖν ὅτι μικρὸν ὕστερον ἄλλος αὐτὰ προκομίσει, καὶ ἀποκηρύξει τὰ σὰ, καὶ ἐν ὀφθαλμοῖς σοῖς ἐπευωνίζων αὐτὰ διαθήσεται; Μὴ βάδιζε ἐπ ἀλλοτρίας θύρας. Φρέαρ γὰρ τῷ ὄντι στενὸν τὸ ἀλλότριον. Βέλτιον ταῖς κατὰ μικρὸν ἐπινοίαις τὴν χρείαν παραμυθήσασθαι, ἀθρόως, ἐπαρθέντα τοῖς ἀλλοτρίοις, ὕστερον πάντων ὁμοῦ τῶν προσόντων ἀπογυμνοῦσθαι. Εἰ μὲν οὖν ἔχεις ὅθεν ἀποδῷς, τί οὐχὶ τὴν παροῦσαν ἔνδειαν ἐκ τούτων τῶν ἀφορμῶν διαλύεις; εἰ δὲ ἀπορεῖς πρὸς τὴν ἔκτισιν, κακὸν κακῷ θεραπεύεις. Μὴ δέξῃ πολιορκοῦντά σε δανειστήν. Μὴ ἀνάσχῃ ὥσπερ ἄλλο τι θήραμα ἀναζητεῖσθαι καὶ ἐξιχνεύεσθαι. Ψεύδους ἀρχὴ τὸ δανείζεσθαι· ἀχαριστίας ἀφορμὴ, ἀγνωμοσύνης, ἐπιορκίας.....

4....Πῶς οὖν διατραφῶ, φησίν; Ἔχεις χεῖρας, ἔχεις τέχνην· μισθαρνοῦ, διακόνει· πολλαὶ ἐπίνοιαι τοῦ βίου, πολλαὶ ἀφορμαί. Ἀλλ ἀδυνάτως ἔχεις; προσαίτει παρὰ τῶν κεκτημένων. Ἀλλ αἰσχρὸν τὸ αἰτεῖν; Αἰσχρότερον μὲν οὖν τὸ δανεισάμενον ἀποστερεῖν. Οὐ πάντως νομοθετῶν ταῦτα λέγω, ἀλλ ὑποδεικνὺς, ὅτι πάντα σοι τοῦ δανείζεσθαι φορητότερα.....

5. Ἀκούετε, οἱ πλούσιοι, ὁποῖα συμβουλεύομεν τοῖς πτωχοῖς διὰ τὴν ὑμετέραν ἀπανθρωπίαν· ἐγκαρτερεῖν μᾶλλον τοῖς δεινοῖς, τὰς ἐκ τῶν τόκων συμφορὰς ὑποδέχεσθαι. Εἰ δὲ ἐπείθεσθε τῷ Κυρίῳ, τίς χρεία τῶν λόγων τούτων; Τίς δέ ἐστιν συμβουλὴ τοῦ Δεσπότου; Δανείζετε παρ ὧν οὐκ ἐλπίζετε ἀπολαβεῖν. Καὶ ποῖον, φησὶ, τοῦτο δάνεισμα, τῆς ἀποδόσεως ἐλπὶς οὐ συνέζευκται; Νόησον τὴν δύναμιν τοῦ ῥητοῦ, καὶ θαυμάσεις τὴν φιλανθρωπίαν τοῦ νομοθέτου. Ὅταν πτωχῷ παρέχειν μέλλῃς διὰ τὸν Κύριον, τὸ αὐτὸ καὶ δῶρόν ἐστι καὶ δάνεισμα· δῶρον μὲν διὰ τὴν ἀνελπιστίαν τῆς ἀπολήψεως, δάνεισμα δὲ διὰ τὴν μεγαλοδωρεὰν τοῦ Δεσπότου τοῦ ἀποτιννύντος ὑπὲρ αὐτοῦ, ὃς, μικρὰ λαβὼν διὰ τοῦ πένητος, μεγάλα ὑπὲρ αὐτῶν ἀποδώσει. γὰρ ἐλεῶν πτωχὸν δανείζει Θεῷ. Οὐ βούλει τὸν πάντων Δεσπότην ὑπεύθυνον ἔχειν σεαυτῷ πρὸς τὴν ἔκτισιν; τῶν μὲν ἐν τῇ πόλει πλουσίων ἐάν τις ὁμολογήσῃ σοι τὴν ὑπὲρ ἑτέρων ἔκτισιν, δέχῃ αὐτοῦ τὴν ἐγγύην; Θεὸν δὲ ὑπερεκτιστὴν τῶν πτωχῶν οὐ προσίεσαι. Δὸς τὸ εἰκῆ κείμενον ἀργύριον, μὴ βαρύνων αὐτὸ ταῖς προσθήκαις, καὶ ἀμφοτέροις ἕξει καλῶς. Σοὶ μὲν γὰρ ὑπάρξει τὸ ἐκ τῆς φυλακῆς ἀσφαλές· τῷ δὲ λαβόντι τὸ ἐκ τῆς χρήσεως κέρδος. Εἰ δὲ καὶ προσθήκην ἐπιζητεῖς, ἀρκέσθητι τοῖς παρὰ τοῦ Κυρίου. Αὐτὸς ὑπὲρ τῶν πενήτων τὸν πλεονασμὸν ἀποτίσει. Παρὰ τοῦ ὄντως φιλανθρώπου ἀνάμενε τὰ φιλάνθρωπα. γὰρ λαμβάνεις, ταῦτα μισανθρωπίας οὐδεμίαν ὑπερβολὴν ἀπολείπει. Ἀπὸ συμφορῶν κερδαίνεις, ἀπὸ δακρύων ἀργυρολογεῖς, τὸν γυμνὸν ἄγχεις, τὸν λιμώττοντα τύπτεις· ἔλεος οὐδαμοῦ· ἔννοια τῆς συγγενείας τοῦ πάσχοντος οὐδεμία· καὶ τὰ ἐντεῦθεν κέρδη φιλάνθρωπα ὀνομάζεις. Οὐαὶ οἱ λέγοντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρὸν, καὶ οἱ τὴν μισανθρωπίαν φιλανθρωπίαν προσαγορεύοντες. Οὐδὲ τὰ τοῦ Σαμψὼν αἰνίγματα τοιαῦτα ἦν, προεβάλετο τοῖς συμπόταις· Ἀπὸ ἐσθίοντος ἐξῆλθε βρῶσις, καὶ ἀπὸ ἰσχυροῦ ἐξῆλθε γλυκύ· καὶ ἀπὸ μισανθρώπου ἐξῆλθε φιλανθρωπία. Οὐ συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὰς, οὐδὲ ἀπὸ τριβόλων σῦκα, οὐδὲ ἀπὸ τόκων φιλανθρωπίαν. Πᾶν γὰρ δένδρον σαπρὸν καρποὺς πονηροὺς ποιεῖ. Ἑκατοστολόγοι καὶ δεκατηλόγοι τινὲς φρικτὰ καὶ ἀκουσθῆναι ὀνόματα· μηνιαῖοι ἀπαιτηταὶ, ὥσπερ οἱ τὰς ἐπιληψίας ποιοῦντες δαίμονες, κατὰ τὰς περιόδους τῆς σελήνης ἐπιτιθέμενοι τοῖς πτωχοῖς. Πονηρὰ δόσις ἑκατέρῳ, καὶ τῷ διδόντι, καὶ τῷ λαμβάνοντι· τῷ μὲν εἰς χρήματα, τῷ δὲ εἰς αὐτὴν τὴν ψυχὴν φέρουσα τὴν ζημίαν. γεωργὸς, τὸν στάχυν λαβὼν, τὸ σπέρμα πάλιν ὑπὸ τὴν ῥίζαν οὐκ ἐρευνᾷ· σὺ δὲ καὶ τοὺς καρποὺς ἔχεις, καὶ οὐκ ἀφίστασαι τῶν ἀρχαίων. Ἄνευ γῆς φυτεύεις· ἄνευ σπορᾶς θερίζεις. Ἄδηλον, τίνι συνάγεις. μὲν δακρύων ἐπὶ τοῖς τόκοις πρόδηλος· δὲ ἀπολαύειν μέλλων τῆς ἀπὸ τούτων περιουσίας ἀμφίβολος. Ἄδηλον γὰρ εἰ μὴ ἑτέροις τὴν ἐπὶ τῷ πλούτῳ χάριν ἀφήσεις, τὸ ἐκ τῆς ἀδικίας κακὸν σεαυτῷ θησαυρίσας. Μήτε οὖν τὸν θέλοντα δανείσασθαι ἀποστραφῇς, καὶ τὸ ἀργύριόν σου μὴ δῷς ἐπὶ τόκῳ, ἵνα, ἐκ Παλαιᾶς καὶ Νέας Διαθήκης τὰ συμφέροντα διδαχθεὶς, μετ ἀγαθῆς τῆς ἐλπίδος πρὸς τὸν Κύριον ἀπίῃς, ἐκεῖ τοὺς τόκους τῶν ἀγαθῶν ἔργων ἀποληψόμενος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.